Διὰ
τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ
ὑμῶν τί φάγητε [ἢ τί πίητε], μηδὲ
τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ
ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ
σῶμα τοῦ ἐνδύματος;
26
ἐμβλέψατε
εἰς τὰ
πετεινὰ
τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ
θερίζουσιν οὐδὲ
συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ
ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ
ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
27
τίς
δὲ
ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι
ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
28
καὶ
περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε
τὰ
κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ
κοπιῶσιν οὐδὲ
νήθουσιν·
29
λέγω
δὲ
ὑμῖν ὅτι οὐδὲ
Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ
περιεβάλετο ὡς ἓν τούτων.
30
εἰ
δὲ
τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα
καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ
θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ
μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
31
μὴ
οὖν μεριμνήσητε λέγοντες, Τί φάγωμεν;
ἤ, Τί πίωμεν; ἤ, Τί περιβαλώμεθα;
32
πάντα
γὰρ
ταῦτα τὰ
ἔθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ
ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε
τούτων ἁπάντων.
33
ζητεῖτε
δὲ
πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην
αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται
ὑμῖν.
34
μὴ
οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ
αὔριον μεριμνήσει αὑτῆς· ἀρκετὸν τῇ
ἡμέρᾳ ἡ κακία αὐτῆς.]
1
μὴ
κρίνετε, ἵνα μὴ κριθῆτε·
2
ἐν
ᾧ γὰρ
κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ
μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
3
τί
δὲ
βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ
τοῦ ἀδελφοῦ σου, τὴν δὲ
ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
4
ἢ
πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω
τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ
ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;
5
ὑποκριτά,
ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ
ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις
ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ
τοῦ ἀδελφοῦ σου.
6
μὴ
δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ
βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν
τῶν χοίρων, μήποτε καταπατήσουσιν
αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ
στραφέντες ῥήξωσιν ὑμᾶς.
7
Αἰτεῖτε,
καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ
εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται
ὑμῖν.
8
πᾶς
γὰρ
ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει
καὶ τῷ κρούοντι ἀνοιγήσεται.
9
ἢ
τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει
ὁ υἱὸς αὐτοῦ ἄρτον –μὴ λίθον ἐπιδώσει
αὐτῷ;
10
ἢ
καὶ ἰχθὺν αἰτήσει – μὴ ὄφιν ἐπιδώσει
αὐτῷ;
11
εἰ
οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα
ἀγαθὰ
διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον
ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς
δώσει ἀγαθὰ
τοῖς αἰτοῦσιν αὐτόν.
12
Πάντα
οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν
οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε
αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ
οἱ προφῆται.
13
Εἰσέλθατε
διὰ
τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη
καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς
τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ
εἰσερχόμενοι δι’ αὐτῆς·
14
τί
στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς
ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι
εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15
Προσέχετε
ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες
ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν
προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
16
ἀπὸ
τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς·
μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς
ἢ ἀπὸ τριβόλων σῦκα;
17
οὕτως
πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς
ποιεῖ, τὸ δὲ
σαπρὸν δένδρον καρποὺς πονηροὺς
ποιεῖ·18
οὐ
δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς
ποιεῖν, οὐδὲ
δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
19
πᾶν
δένδρον μὴ ποιοῦν καρπὸν καλὸν
ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
20
ἄρα
γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε
αὐτούς.
21
Οὐ
πᾶς ὁ λέγων μοι, Κύριε κύριε, εἰσελεύσεται
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’
ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ
ἐν τοῖς οὐρανοῖς.
22
πολλοὶ
ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι
ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι
δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι
δυνάμεις πολλὰς
ἐποιήσαμεν;
23
καὶ
τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε
ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ
οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24
Πᾶς
οὖν ὅστις ἀκούει μου τοὺς λόγους
τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιωθήσεται
ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν αὐτοῦ
τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
25
καὶ
κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ
καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν
τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν,
τεθεμελίωτο γὰρ
ἐπὶ τὴν πέτραν.
26
καὶ
πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους
καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται
ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ
τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.
27
καὶ
κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ
καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν
τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν
ἡ πτῶσις αὐτῆς μεγάλη.
28
Καὶ
ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς
λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι
ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
29
ἦν
γὰρ
διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ
οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν.]
1
Καταβάντος
δὲ
αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν
αὐτῷ ὄχλοι πολλοί.
2
καὶ
ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει
αὐτῷ λέγων, Κύριε, ἐὰν θέλῃς δύνασαί
με καθαρίσαι.
3
καὶ
ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων,
Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη
αὐτοῦ ἡ λέπρα.
4
καὶ
λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὅρα μηδενὶ
εἴπῃς, ἀλλὰ
ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ
προσένεγκον τὸ δῶρον ὃ προσέταξεν
μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.
5
Εἰσελθόντος
δὲ
αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ
ἑκατόνταρχος παρακαλῶν αὐτὸν
6
καὶ
λέγων, Κύριε, ὁ παῖς μου βέβληται ἐν
τῇ οἰκίᾳ παραλυτικός, δεινῶς
βασανιζόμενος.
7
καὶ
λέγει αὐτῷ, Ἐγὼ ἐλθὼν θεραπεύσω
αὐτόν.
8
καὶ
ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη, Κύριε,
οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν
στέγην εἰσέλθῃς· ἀλλὰ
μόνον εἰπὲ
λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
9
καὶ
γὰρ
ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων
ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω
τούτῳ, Πορεύθητι, καὶ πορεύεται, καὶ
ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ
μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.
10
ἀκούσας
δὲ
ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς
ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, παρ’
οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ
εὗρον.
11
λέγω
δὲ
ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ
δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται
μετὰ
Ἀβραὰμ
καὶ Ἰσαὰκ
καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·12
οἱ
δὲ
υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς
τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ
κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
13
καὶ
εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε,
ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη
ὁ παῖς [αὐτοῦ] ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14
Καὶ
ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου
εἶδεν τὴν πενθερὰν
αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·
15
καὶ
ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν
αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ
διηκόνει αὐτῷ.
16
Ὀψίας
δὲ
γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους
πολλούς· καὶ ἐξέβαλεν τὰ
πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς
ἔχοντας ἐθεράπευσεν·
17
ὅπως
πληρωθῇ τὸ ῥηθὲν
διὰ
Ἠσαΐου τοῦ προφήτου λέγοντος, Αὐτὸς
τὰς
ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς
νόσους ἐβάστασεν.
18
Ἰδὼν
δὲ
ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν
ἀπελθεῖν εἰς τὸ πέραν.
19
καὶ
προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ,
Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν
ἀπέρχῃ.
20
καὶ
λέγει αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες
φωλεοὺς ἔχουσιν καὶ τὰ
πετεινὰ
τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ
υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν
κεφαλὴν κλίνῃ.
21
ἕτερος
δὲ
τῶν μαθητῶν [αὐτοῦ] εἶπεν αὐτῷ, Κύριε,
ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ
θάψαι τὸν πατέρα μου.
22
ὁ
δὲ
Ἰησοῦς λέγει αὐτῷ, Ἀκολούθει μοι, καὶ
ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν
νεκρούς.
23
Καὶ
ἐμβάντι αὐτῷ εἰς [τὸ] πλοῖον ἠκολούθησαν
αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24
καὶ
ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ
θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι
ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ
ἐκάθευδεν.
25
καὶ
προσελθόντες ἤγειραν αὐτὸν λέγοντες,
Κύριε, σῶσον, ἀπολλύμεθα.
26
καὶ
λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι;
τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις
καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη
μεγάλη.
27
οἱ
δὲ
ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός
ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ
θάλασσα αὐτῷ ὑπακούουσιν;
28
Καὶ
ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν
χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ
δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων
ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ
ἰσχύειν τινὰ
παρελθεῖν διὰ
τῆς ὁδοῦ ἐκείνης.
29
καὶ
ἰδοὺ ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ
σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ
καιροῦ βασανίσαι ἡμᾶς;
30
ἦν
δὲ
μακρὰν
ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν
βοσκομένη.
31
οἱ
δὲ
δαίμονες παρεκάλουν αὐτὸν λέγοντες,
Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς
εἰς τὴν ἀγέλην τῶν χοίρων.
32
καὶ
εἶπεν αὐτοῖς, Ὑπάγετε. οἱ δὲ
ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους·
καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ
τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ
ἀπέθανον ἐν τοῖς ὕδασιν.
33
οἱ
δὲ
βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς
τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ
τῶν δαιμονιζομένων.
34
καὶ
ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς
ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν
παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων
αὐτῶν.
«
Ἀμὴν λέγω ὑμιν ὁ λύκος ἐδῶ χαίρεται
μὲ
τὴν ἀλεποῦ, καὶ τὸ πρόβατο ἔγινε
τσακάλι καὶ τὸ τσακάλι ἀλεποῦ. »
«
Ἀλλὰ
μόνο ὁ λύκος μπαίνει εἰς Τὴν
Βασιλεία Τῶν Οὐρανῶν,
διότι κανένας κάστωρας δὲν
θὰ
φτιάξει ἐδῶ τὴ φωλέα του.»
«Ἀμὴν
λέγω ὑμῖν γραμματεῖς ὄρνεων, καὶ
ταχυδακτυλουργοὶ ἐχιδνῶν, τὰ ἔργα
σᾶς τὰ βλέπουν Οἱ Κριτές «Τοῦ
!»
! Καὶ ἡ ἑαυτῶν Κρίση εἶναι πέρα ἐκ
Τῶν Χεριῶν καὶ Τοῦ Πατρός Μοῦ
Προσφερθεῖσα, ἀλλοίμονο εἰς αὐτοὺς
μαζὶ μὲ τὸν Ματθαῖο ἐκεῖ ἀνάμεσά
σας ποὺ δὲν μετανοιώσουν στὴν ὥρα
τοὺς διὰ τὶς ἁμαρτίες τῶν ἐγώ τους,
πρὶν λήξει Τὸ Ἄνθος Τοῦ Λυκαυγοῦς,
διότι κανένα ἐγὼ μηδὲ σὰν «ἐγώ~καιρὸς»
δὲν εἰσέρχεται εἰς Τὴν
Βασιλεία Τῶν Οὐρανῶν,
παρὰ μόνο ἂν ἔχει τὸν πολὺ~ὉRμητικὸ
Κριὸ, ὡς πολιορκητικὸ συντρίψειν τὴν
αὐταπάτη του, τοῦ κάθε ἐαυτοῦ του
ἀγκαλιὰ.»
«
Στὰ παραπάνω λόγια Τοῦ Ματθαίου, Τὸ
ΠΑΝ
ἘΠΙΣτητὸ
ἀλλάχθηκε, κατὰ τὸ δοκοῦν τοῦ προσωπικοῦ
συμφέροντος καὶ ἐκ πλευρᾶς τῶν
Ἀποστόλων. Ὅπως καὶ τοῦ Ματθαίου, ἀλλὰ
καὶ τῶν ἀκολουθούντων τότε καί αὐτοὺς.»
«
Αὐτὰ λέγω σήμερα, καὶ ὡς Ἰησοῦς ἤμουν,
ἀλλὰ καὶ ὡς ὅ,τι ἄλλο ἐπίσης, Ἐκ Τῆς
Θέσεως Τῆς ΣΥΝΥπηρεσίας
[Ἐκ
Τῆς Πρωταρχικῆς Μοῦ Ἀκτῖνος,
διὰ
Τὴν Δόξα «Τοῦ Πέμψαντος !» μὲ τότε],
ποῦ
«
ΑΥΤΟΝ !»
:
«
ΤΟ
ΜΕΓΑΛΟ ΠΝΕΥΜΑ
! »,
Ὁ
Πατέρας μου, Ἡ Μήτηρ μου καὶ ἐγὼ,
Ἐκεῖνον
Μόνο ΣΥΝΥπηρετοῦμε.»
12
12 2017